previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γερμανοῦ δὲ τὸ στράτευμα ἐν Σαρδικῇ, τῇ Ἰλλυριῶν πόλει, ἀγείραντός τε καὶ διέποντος, ἅπαντά τε ἰσχυρότατα ἐξαρτυομένου τὰ ἐς τὴν τοῦ πολέμου παρασκευήν, Σκλαβηνῶν ὅμιλος ὅσος οὔπω πρότερον ἀφίκετο ἐς Ῥωμαίων τὴν γῆν: Ἴστρον τε ποταμὸν διαβάντες ἀμφὶ Νάϊσον ἦλθον. [2] ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινὲς Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο [p. 38] ὅτου δὴ ἕνεκα οὗτος δὴ τῶν Σκλαβηνῶν στρατὸς καὶ τι κατεργασόμενοι διέβησαν ποταμὸν Ἴστρον. [3] οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ̓ αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι. καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε. [4] Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον: [5] μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς Γερμανοῦ θεῖος τὴν βασι: λείαν εἷχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν. [6] ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ό Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο. [7] δειμαίνοντες οὖν αὐτόν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοί, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι ἅτε πρὸς βασιλέως στελλόμενον ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὁδοῦ [p. 40] μὲν εὐθὺς τῆς ἐπὶ Θεσσαλονίκην ἀπέσχοντο, ἐς δὲ τὸ πεδίον καταβῆναι οὐκέτι ἐτόλμων, ἀλλὰ ξύμπαντα τὰ ὄρη τὰ Ἰλλυριῶν διαμείψαντες ἐν Δαλματίᾳ ἐγένοντο. [8] ὧν δὴ Γερμανὸς ἀφροντιστήσας πάσῃ ἐπήγγελλε τῇ στρατιᾷ ξυσκευάζεσθαι, ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν Ἰταλίαν ἀρξόμενος. [9] Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι. εὐθυωρόν τε Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιός, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ̓ ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ̓ ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. [10] Βασιλεὺς δὲ τοῖς ξυμπεσοῦσι περιώδυνος γεγονὼς Ἰωάννην ἐκέλευε, τὸν Βιταλιανοῦ μὲν [p. 42] ἀδελφιδοῦν. Γερμανοῦ δὲ γαμβρόν, ξὺν Ἰουστινιανῷ θατέρῳ τοῖν Γερμανοῦ παίδοιν τῷ στρατῷ τούτῳ ἐς τὴν Ἰταλίαν ἡγήσασθαι. [11] καὶ οἱ μὲν τὴν ἐπὶ Δαλματίας ᾔεσαν, ὡς ἐν Σάλωσι διαχειμάσοντες, ἐπεὶ ἀδύνατα σφίσιν ᾤοντο εἶναι τηνικάδε τοῦ καιροῦ περιιοῦσι τὴν τοῦ κόλπου περίοδον ἐς Ἰταλίαν κομίζεσθαι: διαπορθμεύεσθαι γὰρ νηῶν σφίσιν οὐ παρουσῶν ἀμήχανα ἦν. [12] Λιβέριος δέ, οὔπω τι πεπυσμένος ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε, Συρακούσαις προσέσχε πολιορκουμέναις πρὸς τῶν πολεμίων. [13] βιασάμενός τε τοὺς ταύτῃ βαρβάρους ἔς τε τὸν λιμένα κατῆρε καὶ παντὶ τῷ στόλῳ ἐντὸς τοῦ περιβόλου ἐγένετο. καὶ [14] Ἀρταβάνης δὲ οὐ πολλῷ ὕστερον ἐν Κεφαλωνίᾳ γενόμενος, ἐπειδὴ τοὺς ἀμφὶ Λιβέριον ἤδη ἐνθένδε ἀναχθέντας ἐπὶ Σικελίας κεχωρηκέναι ἔγνω, ἄρας ἐνθένδε πέλαγος αὐτίκα τὸ Ἀδριατικὸν καλούμενον διέβη. [15] ἐπεὶ δὲ Καλαβρῶν ἀγχοῦ ἐγένετο, χειμῶνός οἱ ἐξαισίου ἐπιπεσόντος καὶ τοῦ πνεύματος σκληροῦ τε ὑπεράγαν ὄντος καὶ ἀπ̓ ἐναντίας σφίσιν ἰόντος, οὕτως ἁπάσας διασκεδάννυσθαι τὰς ναῦς ξυνηνέχθη, ὡς δοκεῖν ὅτι δὴ αἱ πολλαὶ ἐς τὴν Καλαβρίαν ἐξενεχθεῖσαι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. [16] οὐκ ἦν δὲ οὕτως, ἀλλὰ πρὸς τοῦ πνεύματος ξὺν βίᾳ πολλῇ διωθούμεναι ἀνέστρεφόν τε βιαζόμεναι ὑπερφυῶς καὶ αὖθις ἐν Πελοποννήσῳ ἐγένοντο. καὶ ταῖς ἄλλαις δέ, ὅπη παρατύχῃ, διεφθάρθαι διασεσῶσθαι τετύχηκε. [17] ναῦς δὲ μία, ἐν ἔπλει Ἀρταβάνης αὐτός, τοῦ ἱστοῦ οἱ ἐν τῷ σάλῳ τούτῳ ἀποκοπέντος, ἐς τοσόνδε κινδύνου ἐλθοῦσα, [p. 44] πρός τε τοῦ ῥοθίου φερομένη καὶ τῷ κλύδωνι ἐπισπομένη Μελίτῃ προσέσχε τῇ νήσῳ. οὕτω μὲν Ἀρταβάνην διασεσῶσθαι ἐκ τοῦ ἀπροσδοκήτου ξυνέπεσε. [18] Λιβέριος δὲ οὔτε τοῖς πολιορκοῦσιν ἐπεξιέναι μάχῃ πρὸς αὐτοὺς οἷός τε ὢν διακρίνεσθαι, καὶ τῶν ἐπιτηδείων σφίσιν ἅτε πολλοῖς οὖσιν ἐς πλείω χρόνον οὐδαμῆ διαρκούντων, ἄρας ἐνθένδε ξὺν τοῖς ἑπομένοις καὶ τοὺς πολεμίους λαθὼν ἐς Πάνορμον ἀπεχώρησε. [19] Τουτίλας δὲ καὶ Γότθοι σχεδόν τι ἅπαντα ληϊσάμενοι τὰ ἐπὶ Σικελίας χωρία ἵππων μὲν ἐπαγόμενοι καὶ ζῴων ἄλλων μέγα τι χρῆμα, σῖτον δὲ καὶ τοὺς ἄλλους καρποὺς ἅπαντας ἐκ τῆς νήσου μετενεγκόντες καὶ πάντα τὰ χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐν τοῖς πλοίοις ἐνθέμενοι, τήν τε νῆσον ἐξαπιναίως ἐξέλιπον καὶ ἐς τὴν Ἰταλίαν ἀνέστρεφον, τρόπῳ ὁρμώμενοι τοιῷδε. [20] τῶν τινὰ Ῥωμαίων, Σπῖνον ὄνομα, ἐκ Σπολιτίου ὁρμώμενόν οἱ αὐτῷ πάρεδρον οὐ πολλῷ πρότερον καταστησάμενος Τουτίλας ἔτυχεν. [21] οὗτος ἀνὴρ ἐν πόλει Κατάνῃ, ἀτειχίστῳ οὔσῃ, διατριβὴν εἶχε. τύχη τέ τις αὐτῷ ξυνέβη ὑπὸ τοῖς πολεμίοις ἐνταῦθα γενέσθαι. [22] ὃν δὴ ῥύεσθαι Τουτίλας ἐπειγόμενος τῶν τινὰ ἐπιφανῶν γυναῖκα, αἰχμάλωτον οὖσαν, ἀφεῖναι Ῥωμαίοις ἀντ̓ αὐτοῦ ἤθελε. [23] γυναῖκα δὲ Ῥωμαῖοι οὐδαμῆ ἐδικαίουν ἀνταλλάξασθαι ἀνδρὸς τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχοντος. [24] δείσας οὖν ἀνὴρ μὴ παρὰ τοῖς πολεμίοις διαφθαρείη, ὡμολόγησε Ῥωμαίοις [p. 46] αυτ̣̣̔̓κα Τουτίλαν ἀναπείσειν Σικελίας μὲν ἀπανίστασθαι, παντὶ δὲ τῷ Γότθων στρατῷ ἐς Ἰταλίαν διαπορθμεύσασθαι. [25] καὶ οἱ μὲν ὅρκοις αὐτὸν σφίσιν ἀμφὶ ταύτῃ τῇ ὁμολογίᾳ καταληφθέντα Γότθοις ἀπέσοσαν, ἀντ̓ αὐτοῦ τὴν γυναῖκα κεκομισμένοι. [26] δὲ Τουτίλᾳ ἐς ὄψιν ἥκων οὐκ ἐπὶ τῷ σφετέρῳ ξυμφόρῳ Γότθους ἔφασκε Σικελίαν ληϊσαμένους σχεδόν τι ὅλην ὀλίγων τινῶν φρουρίων διατριβὴν ἐνταῦθα ἔχειν. [27] ἔναγχος γὰρ ἰσχυρίζετο ἀκηκοέναι, ἡνίκα παρὰ τοῖς πολεμίοις ἐτύγχανεν ὤν, Γερμανὸν μὲν τὸν βασιλέως ἀνεψιὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι, Ἰωάννην δὲ τὸν αὐτοῦ κηδεστὴν καὶ Ἰουστινιανὸν τὸν αὐτοῦ παῖδα παντὶ τῷ πρὸς Γερμανοῦ συλλεγέντι στρατῷ εἶναι μὲν ἤδη ἐν Δαλματίᾳ, εὐθὺ δὲ Λιγουρίας αὐτίκα δὴ μάλα ξυσκευαζομένους ἐνθένδε χωρήσειν, ἐφ̓ δὴ Γότθων ἐξ ἐπιδρομῆς παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσουσι καὶ χρήματα ληΐσονται πάντα, οἷσπερ ἡμᾶς ὑπαντιάζειν ἄμεινον ἂν εἴη ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς οἰκείοις διαχειμάζοντας. [28] ἢν γὰρ ἐκείνων περιεσόμεθα, Σικελίας αὖθις ἅμα ἦρι ἀρχομένῳ παρέσται ἡμῖν ἀδεέστερον ἐπιβήσεσθαι πολέμιον οὐδὲν ἐν νῷ ἔχουσι. [29] ταύτῃ Τουτίλας τῇ ὑποθήκῃ ἀναπεισθεὶς φρουροὺς μὲν ἐν ὀχυρώμασι τέτρασιν εἴασεν, αὐτὸς δὲ ξύμπασαν τὴν λείαν ἐπαγόμενος παντὶ τῷ ἄλλῳ στρατῷ ἐς Ἰταλίαν διεπορθμεύσατο. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. [30] Ἰωάννης δὲ καὶ βασιλέως στρατὸς ἀφικόμενοι ἐς Δαλματίαν ἐν Σάλωσι διαχειμάζειν ἔγνωσαν, ἐνθένδε μετὰ τὴν τοῦ χειμῶνος ὥραν εὐθὺ Ῥαβέννης [p. 48] ὁδῷ ἰέναι διανοούμενοι. [31] Σκλαβηνοὶ δέ, οἵ τε τὰ πρότερα ἐν γῇ τῇ βασιλέως γενόμενοι, ὥσπερ μοι ἔναγχος δεδιήγηται, καὶ ἄλλοι οὐ πολλῷ ὕστερον Ἴστρον ποταμὸν διαβάντες καὶ τοῖς προτέροις ἀναμιχθέντες, κατέθεον ἐν πολλῇ ἐξουσίᾳ τὴν Ῥωμαίων ἀρχήν. [32] καί τινες μὲν ἐν ὑποψίᾳ εἶχον ὡς Τουτίλας τούτους δὴ τοὺς βαρβάρους χρήμασι πολλοῖς ἀναπείσας ἐπιπέμψειε τοῖς ταύτῃ Ῥωμαίοις, ὅπως δὴ βασιλεῖ ἀδύνατα εἴη τὸν πρὸς Γότθους πόλεμον ἀσχολίᾳ τῇ ἐς τούτους δὴ τοὺς βαρβάρους εὖ διοικήσασθαι. [33] εἴτε δὲ Τουτίλᾳ χαριζόμενοι εἴτε ἄκλητοι Σκλαβηνοὶ ἐνταῦθα ἦλθον οὐκ ἔχω εἰπεῖν. ἐς τρία μέντοι τέλη σφᾶς αὐτοὺς διελόντες οἱ βάρβαροι οὗτοι ἀνήκεστα ἐν Εὐρώπῃ τῇ ὅλῃ ἔργα εἰργάσαντο, οὐκ ἐξ ἐπιδρομῆς ληϊζόμενοι τὰ ἐκείνῃ χωρία, ἀλλ̓ ὥσπερ ἐν χώρᾳ οἰκείᾳ διαχειμάζοντες οὐδέν τε δεδιότες πολέμιον. [34] ὕστερον δὲ Ἰουστινιανὸς βασιλεὺς στρατιὰν ἀξιολογωτάτην ἐπ̓ αὐτοὺς ἔπεμψεν, ἧς ἄλλοι τε καὶ Κωνσταντιανὸς καὶ Ἀράτιος καὶ Ναζάρης ἡγοῦντο καὶ Ἰουστῖνος Γερμανοῦ παῖς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν ἐκάλουν Φαγᾶν. [35] ἐπιστάτην δὲ Σχολαστικὸν ἐφ̓ ἅπασι κατεστήσατο, τῶν ἐν Παλατίῳ εὐνούχων ἕνα. [36] Οὗτος στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν ἀμφὶ Ἀδριανούπολιν, ἥπερ ἐπὶ Θράκης ἐν μεσογείοις κεῖται, πέντε ἡμερῶν ὁδὸν Βυζαντίου διέχουσα. [37] καὶ πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον: λείαν γὰρ ἐπήγοντο [p. 50] ἀνθρωπων τε καὶ ζῴων ἄλλων καὶ πάντων χρημάτων ἀριθμοῦ κρείσσονα. [38] μένοντες δὲ αὐτοῦ ἠπείγοντο τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τούτου δὴ αὐτοῖς αἴσθησιν ὡς ἥκιστα παρεχόμενοι. καὶ οἱ μὲν Σκλαβηνοὶ ἐστρατοπεδεύοντο ἐς τὸ ὄρος ταύτῃ ἀνέχει, Ῥωμαῖοι δὲ ἐν τῷ πεδίῳ οὐ πολλῷ ἄποθεν. [39] χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε οἱ στρατιῶται καὶ δεινὰ ἐποιοῦντο, τοῖς στρατηγοῖς ἐπικαλοῦντες ὅτι δὴ αὐτοὶ τὰ ἐπιτήδεια ξύμπαντα εὔπορα ἔχοντες ἅτε τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τοὺς στρατιώτας περιορῶσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένους καὶ οὐ βούλονται τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι. [40] οἶς δὴ οἱ στρατηγοὶ ἀναγκασθέντες τοῖς ἐναντίοις ξυνέμιξαν. καὶ γίνεται μὲν καρτερὰ μάχη, ἡσσῶνται δὲ κατὰ κράτος Ῥωμαῖοι. [41] ἔνθα δὴ στρατιῶται μὲν πολλοί τε καὶ ἄριστοι θνήσκουσιν, οἱ δὲ στρατηγοὶ παῤ ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι ξὺν τοῖς καταλοίποις μόλις διαφυγόντες ἐσώθησαν, [42] ὥς πη ἑκάστῳ δυνατὰ γέγονε. καὶ Κωνσταντιανοῦ δὲ τὸ σημεῖον οἱ βάρβαροι εἷλον, τοῦ τε Ῥωμαίων στρατοῦ ἐς ὀλιγωρίαν τραπόμενοι πρόσω ἐχώρουν. [43] καὶ χώραν τὴν Ἀστικὴν καλουμένην ἐληΐζοντο κατ̓ ἐξουσίαν, ἀδῄωτον ἐκ παλαιοῦ οὖσαν, καὶ ἀπ̓ αὐτοῦ λείαν αὐτοὺς πολλήν τινα ἐνταῦθα εὑρεῖν ξυνηνέχθη: οὕτω δὲ [p. 52] χώραν πολλὴν ληϊζόμενοι ἄχρι ἐς τὰ μακρὰ τείχη ἀφίκοντο, ἅπερ ὀλίγῳ πλέον ἡμέρας ὁδὸν Βυζαντίου διέχει. [44] οὐ πολλῷ δὲ ὕστερον Ῥωμαίων στρατὸς τούτοις δὴ ἐπισπόμενοι τοῖς βαρβάροις, μοίρᾳ τε αὐτῶν ἐντυχόντες τινὶ καὶ ἐξαπιναίως ἐς χεῖρας ἐλθόντες ἐτρέψαντο. [45] καὶ τῶν μὲν πολεμίων πολλοὺς ἔκτειναν, Ῥωμαίων δὲ τῶν αἰχμαλώτων μέγα τι διεσώσαντο χρῆμα, τό τε Κωνσταντιανοῦ σημεῖον εὑρόντες ἀνείλοντο. οἱ δὲ λοιποὶ βάρβαροι ξὺν τῇ ἄλλῃ λείᾳ ἐπ̓ οἴκου ἀπεκομίσθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: